Practice of conjunctions and particles

Translate these sentences, and explain or comment on the effect of the highlighted words.

 

1) οὐκ ἔστιν οὐδὲν κρει̂σσον ἢ φίλος σαφής.

 

2) πάντα γε τἀναντία συμβαίνει τοι̂ς εὐ̂ τὰ σώματα ἔχουσιν ἢ τοι̂ς κακω̂ς.

 

3) ἀλλ' οὐ ταὐτά, ἔφη, ὠ̂ παι̂, παρὰ τῳ̂ πάππῳ καὶ ἐν Πέρσαις δίκαια ὁμολογει̂ται. οὑ̂τος μὲν γὰρ τω̂ν ἐν Μήδοις πάντων ἑαυτὸν δεσπότην πεποίηκεν, ἐν Πέρσαις δὲ τὸ ἴσον ἔχειν δίκαιον νομίζεται.

 

4) ὁπότε γὰρ τὸ δίκαιον μὴ οἰ̂δα ὅ ἐστιν, σχολῃ̂ εἴσομαι εἴτε ἀρετή τις οὐ̂σα τυγχάνει εἴτε καὶ οὔ, καὶ πότερον ὁ ἔχων αὐτὸ οὐκ εὐδαίμων ἐστὶν ἢ εὐδαίμων.

 

5) τὸ φιλούμενον ἄρα τῳ̂ φιλου̂ντι φίλον ἐστίν, ἐάν τε φιλῃ̂, ἐάν τε καὶ μισῃ̂.

 

6) βούλονται δὲ πολέμῳ μα̂λλον ἢ λόγοις τὰ ἐγκλήματα διαλύεσθαι.

 

7) τὸ δὲ κινδυνεύει, ὠ̂ ἄνδρες, τῳ̂ ὄντι ὁ θεὸς σοφὸς εἰ̂ναι, καὶ ἐν τῳ̂ χρησμῳ̂ τούτῳ του̂το λέγειν, ὅτι ἡ ἀνθρωπίνη σοφία ὀλίγου τινὸς ἀξία ἐστὶν καὶ οὐδενός.

 

8) καὶ ἡμι̂ν ταὐτὰ δοκει̂ ἅπερ καὶ βασιλει̂.

 

9) οὑ̂τοι μὲν οὐ̂ν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμει̂ς δέ μου ἀκούσεσθε πα̂σαν τὴν ἀλήθειαν--οὐ μέντοι μὰ Δία, ὠ̂ ἄνδρες  ̓Αθηναι̂οι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων.

 

10) ἀλλ', ὠ̂ Σώκρατες, τὸ σὸν τί ἐστι πρα̂γμα; πόθεν αἱ διαβολαί σοι αὑ̂ται γεγόνασιν; οὐ γὰρ δήπου σου̂ γε οὐδὲν τω̂ν ἄλλων περιττότερον πραγματευομένου ἔπειτα τοσαύτη φήμη τε καὶ λόγος γέγονεν, εἰ μή τι ἔπραττες ἀλλοι̂ον ἢ οἱ πολλοί .

 

11) φέρε δή, ἀλλὰ φήσει τις χρη̂ναι δικάζειν μέν, ἐλάττους δὲ δικάζειν.

 

12) τίνα ἄλλον ἔχουσι λόγον βοηθου̂ντες ἐμοὶ ἀλλ' ἢ τὸν ὀρθόν τε καὶ δίκαιον, ὅτι συνίσασι Μελήτῳ μὲν ψευδομένῳ, ἐμοὶ δὲ ἀληθεύοντι;

13) εἰ̂εν δή, ὠ̂ ἄνδρες· ἃ μὲν ἐγὼ ἔχοιμ' ἂν ἀπολογει̂σθαι, σχεδόν ἐστι ταυ̂τα καὶ ἄλλα ἴσως τοιαυ̂τα.

 

14) ἀλλ' ἐμοὶ πείθου καὶ μὴ ἄλλως ποίει.

 

15) τούτου δὲ του̂ πολέμου μη̂κός τε μέγα προύβη, παθήματά τε ξυνηνέχθη γενέσθαι ἐν αὐτῳ̂ τῃ̂  ̔Ελλάδι οἱ̂α οὐχ ἕτερα ἐν ἴσῳ χρόνω.

 

16) Φίλιππος ὁ Μακεδὼν ... πόλεις παραιρει̂ται οὐδὲν αὐτῳ̂ προσηκούσας, τινὰς δὲ καὶ  ̓Αθηναίων οὔσας δοριαλώτους πεποίηκεν οὐδὲν προαδικηθεὶς ὑπὸ του̂ δήμου του̂  ̓Αθηναίων, ἔν τε τῳ̂ παρόντι ἐπὶ πολὺ προάγει τῃ̂ τε βίᾳ καὶ τῃ̂ ὠμότητι.

 

17) οὔτε γὰρ τότε | λόγοις ἐτέγγεθ' ἥδε νυ̂ν τ' οὐ πείθεται.

 

18) ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες

 

19) του̂ δ' αὐτου̂ χειμω̂νος οἱ Πλαταιη̂ς ̔ἔτι γὰρ ἐπολιορκου̂ντο ὑπὸ τω̂ν Πελοποννησίων καὶ Βοιωτω̂ν ἐπειδὴ τῳ̂ τε σίτῳ ἐπιλείποντι ἐπιέζοντο καὶ ἀπὸ τω̂ν  ̓Αθηνω̂ν οὐδεμία ἐλπὶς ἠ̂ν τιμωρίας οὐδὲ ἄλλη σωτηρία ἐφαίνετο.

 

20) φαίνομαι ἐγὼ χάριτος τετυχηκὼς τότε καὶ οὐ μέμψεως οὐδὲ τιμωρίας.